Deuteronomy 30

1καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα, εὐλογία καὶ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, Καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν, οὗ ἐάν σε διασκορπίσῃ κύριος ἐκεῖ, 2καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου, καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου 3καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ. 4ἐὰν διασπορά σου, ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε κύριος θεός σου· καὶ ἐκεῖθεν λήμψεταί σε κύριος θεός σου 5καὶ εἰσάξει σε κύριος θεός σου, εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου. καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου 6καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου, καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἵνα ζῇς σύ. 7καὶ δώσει κύριος θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε. 8καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, 9καὶ πολυωρήσει σὲ κύριος θεός σου, ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ὅτι ἐπιστρέψει κύριος θεός σου εὐφρανθῆναι ἐπὶ σε εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου 10ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου 11Ὅτι ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ. 12οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν; καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν. 13οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν; καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν, καὶ ποιήσομεν. 14ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν. 15Ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν. 16ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε κύριος θεός σου ἐν πάσῃ τῇ γῇ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. 17καὶ ἐὰν μεταστῇ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς, 18ἀναγγέλλω σοι, σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς κύριος θεός σου δίδωσίν σοι εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. 19διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι Τὴν ζωήν, ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου, 20ἀγαπᾶν κύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ζωή σου καὶ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς.
Copyright information for LXX